Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.243 Joseph. AJ 10.248 (English) >>Joseph. AJ 10.253

10.246οὐ μὴν ὡς προφήτῃ αὐτῷ κακῶν γενομένῳ τὰς δωρεὰς ἃς ὑπέσχετο δώσειν οὐ δίδωσιν, ἀλλὰ πάσας παρέσχε, τὸ μὲν ἐφʼ οἷς δοθήσονται λογιζόμενος ἴδιον αὐτοῦ καὶ τῆς ἀνάγκης, ἀλλʼ οὐχὶ τοῦ προφητεύσαντος εἶναι, τὰ δὲ ὡμολογημένα κρίνων ἀνδρὸς ἀγαθοῦ καὶ δικαίου, κἂν σκυθρωπὰ τὰ μέλλοντα συμβαίνειν οὕτως ἔκρινε· 10.247μετʼ οὐ πολὺν δὲ χρόνον αὐτός τε ἐλήφθη καὶ πόλις Κύρου τοῦ Περσῶν βασιλέως ἐπʼ αὐτὸν στρατεύσαντος· Βαλτάσαρος γάρ ἐστιν, ἐφʼ οὗ τὴν αἵρεσιν τῆς Βαβυλῶνος συνέβη γενέσθαι, βασιλεύσαντος αὐτοῦ ἑπτακαίδεκα ἔτη. 10.248τῶν μὲν οὖν Ναβουχοδονοσόρου τοῦ βασιλέως ἐγγόνων τὸ τέλος τοιοῦτον παρειλήφαμεν γενόμενον· Δαρείῳ δὲ τῷ καταλύσαντι τὴν Βαβυλωνίων ἡγεμονίαν μετὰ Κύρου τοῦ συγγενοῦς ἔτος ἦν ἑξηκοστὸν καὶ δεύτερον, ὅτε τὴν Βαβυλῶνα εἷλεν, ὃς ἦν Ἀστυάγους υἱός, ἕτερον δὲ παρὰ τοῖς Ἕλλησιν ἐκαλεῖτο ὄνομα· 10.249ὃς καὶ Δανίηλον τὸν προφήτην λαβὼν ἤγαγεν εἰς Μηδίαν πρὸς αὑτὸν καὶ πάσης αὐτῷ τιμῆς μεταδιδοὺς εἶχε σὺν αὑτῷ· τῶν τριῶν γὰρ σατραπῶν ἦν, οὓς ἐπὶ τῶν ἑξήκοντα καὶ τριακοσίων σατραπειῶν κατέστησε· τοσούτους γὰρ ἐποίησε Δαρεῖος εἰς αὐτήν. 10.250

Δανίηλος τοίνυν ὢν ἐν τοιαύτῃ τιμῇ καὶ λαμπρᾷ σπουδῇ παρὰ τῷ Δαρείῳ καὶ πρὸς ἅπαντα ὑπʼ αὐτοῦ μόνος, ὡς ἂν ἔχων τὸ θεῖον πεπιστευμένος ἐν αὑτῷ, παραλαμβανόμενος ἐφθονήθη· βασκαίνουσι γὰρ οἱ μᾶλλον αὐτῶν ἑτέρους ἐν πλείονι τιμῇ παρὰ τοῖς βασιλεῦσι βλέποντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.243 Joseph. AJ 10.248 (English) >>Joseph. AJ 10.253

Powered by PhiloLogic